Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.83 Joseph. BJ 6.91 (English) >>Joseph. BJ 6.97

6.88οὐδὲ γὰρ ἀνῃρέθη ταχέως τῷ τε κράνει καὶ τῷ θώρακι πεφραγμένος πάντα τὰ καίρια πρὸς σφαγὴν καὶ τὸν αὐχένα συνέλκων· μέχρι κοπτομένων αὐτῷ τῶν ἄλλων μελῶν καὶ μηδενὸς προσαμῦναι τολμῶντος ἐνέδωκε. 6.89δεινὸν δὲ πάθος εἰσῄει Καίσαρα ἀνδρὸς οὕτως ἐναρέτου καὶ ἐν ὄψει τοσούτων φονευομένου· καὶ αὐτὸν μὲν τόπος διέκλειε βοηθεῖν θέλοντα, τοὺς δυναμένους δὲ κατάπληξις. 6.90Ἰουλιανὸς μὲν οὖν πολλὰ δυσθανατήσας καὶ τῶν κτεινόντων ὀλίγους ἀπλῆγας καταλιπὼν μόλις ἀποσφάττεται, μέγιστον οὐ παρὰ Ῥωμαίοις καὶ Καίσαρι μόνον ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις κλέος καταλιπών· 6.91Ἰουδαῖοι δὲ καὶ τὸν νεκρὸν ἁρπασάμενοι πάλιν τοὺς Ῥωμαίους τρέπονται καὶ κατακλείουσιν εἰς τὴν Ἀντωνίαν. 6.92ἠγωνίσαντο δὲ ἐξ αὐτῶν ἐπισήμως κατὰ ταύτην τὴν μάχην Ἀλεξᾶς μέν τις καὶ Γυφθέος τοῦ Ἰωάννου τάγματος, ἐκ δὲ τῶν περὶ Σίμωνα Μαλαχίας τε καὶ τοῦ Μέρτωνος Ἰούδας, καὶ Σωσᾶ υἱὸς Ἰάκωβος τῶν Ἰδουμαίων ἡγεμών, τῶν δὲ ζηλωτῶν ἀδελφοὶ δύο, παῖδες Ἀρί, Σίμων τε καὶ Ἰούδης.

-- --

6.93

Τίτος δὲ τοῖς μὲν σὺν αὐτῷ στρατιώταις κατασκάπτειν προσέταξε τοὺς θεμελίους τῆς Ἀντωνίας καὶ τῇ δυνάμει πάσῃ ῥᾳδίαν τὴν ἄνοδον εὐτρεπίζειν, 6.94αὐτὸς δὲ τὸν Ἰώσηπον παραστησάμενος· ἐπέπυστο γὰρ ἐπʼ ἐκείνης τῆς ἡμέρας, Πανέμου δʼ ἦν ἑπτακαιδεκάτη, τὸν ἐνδελεχισμὸν καλούμενον ἀνδρῶν ἀπορίᾳ διαλελοιπέναι τῷ θεῷ καὶ τὸν δῆμον ἐπὶ τούτῳ δεινῶς ἀθυμεῖν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.83 Joseph. BJ 6.91 (English) >>Joseph. BJ 6.97

Powered by PhiloLogic